Ancient Greek
P.Grenf. 2 47
Documentary Papyri, P.Grenf. 2 47
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ ϛ. Διόσκορος καὶ οἱ μέτοχοι σιτολόγοι Βουβάστου μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον διὰ τῶν ἀπὸ Σοκνοπαίου Νήσου Πακύσει Πακύσεως ἀρτάβας ἑκατὸν τριάκοντα ἑπτὰ, καὶ Μεσορὴ α κριθῆς ἀρτάβας τεσσαράκοντα ἔννεα τέταρτον, καὶ τῇ ιη τοῦ αὐτοῦ Μεσορὴ μηνὸς ἄλλας ἀρτάβας δέκα ἑπτὰ ἥμισυ δωδέκατον. γίνονται τοῦ σύμπαντος πυροῦ σγ 𐅵γ. Διόσκορος συνμεμέτρημαι τὰς προκειμένας πυροῦ σγ 𐅵γ.