Ancient Greek
P.Grenf. 2 51
Documentary Papyri, P.Grenf. 2 51
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Αντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ιδ, διὰ τῆς Ἑρμᾶ τραπέζης Ταμείων. τὸ ἴσον. Ἀντώνιος Σαβεῖνος δουπλικιάριος ἐξ ἄλης οὐετρανῆς Γαλλικῆς τούρμης Ἀντιλλιανοῦ Παουήτι Παουήτεως ὡς ἐτῶν κ φακὸς τραχήλῳ ἐξ ἀριστερῶν, καὶ Σαταβοῦτι Σαταβοῦτος ὡς ἐτῶν λε λεύκωμα ὀφθαλμῷ ἀριστερῷ, καὶ Στοτοήτι Στοτοήτεως ὡς ἐτῶν ν οὐλὴ ἀντικνημίῳ δεξιῷ, πρεσβυτέροις κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος, ὥς φασὶν ἀγραμμάτοις, ἀπέχειν αὐτοὺς τιμὴν δερμάτων αἰγικῶν τεσσάρων ἃ καὶ παρείληφεν ὁ Ἀντώνιος ἀργυρίου δραχμὰς δεκάεξ ὀβολοὺς δεκάεξ .