Ancient Greek
P.Grenf. 2 57
Documentary Papyri, P.Grenf. 2 57
Not analysed yet
Θέωνι τῷ καὶ Τούρβωνι οὐσιακῷ μισθωτῇ παρὰ Σερεουίλιος Ἀπολλωνίου τοῦ Ὥρου ἀπὸ κώμης Φιλαδελφείας Ἡρακλείδου μερίδος. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἀφʼ ὧν καὶ σὺ τυγχάνεις ἔχων ἐν μισθώσι τὴν ἐπικειμένην σπορὰν τοῦ ἐνεστῶτος η ἔτους κτήματος Σιμιαίου λεγομένου, ἐκφορίου τοῦ παντὸς κριθῆς ἀρταβῶν τεσσαράκοντα πέντε ,ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι τῷ Φαρμοῦθι μηνὶ τοῦ ἐνεστῶτος ἔτους μέτρῳ ὀγδόῳ θησαυροῦ τῆς κώμης. Θέων ὁ καὶ Τούβων μεμίσθωμαι. ἔτους η Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν μεγίστων Μεχεὶρ ιζ.