Ancient Greek
P.Grenf. 2 59
Documentary Papyri, P.Grenf. 2 59
Not analysed yet
ἐξέδοτο Τασεὺς Σωτήριος ἐτῶν τριάκοντα μετὰ κυρίου Σαταβοῦτος Στοτοήτιος ἐτῶν τριάκοντα ἀπὸ κώμης Σοκνοπαίου Νήσου Παουήτι Παουήτιος ἐτῶν ὀγδοήκοντα τὸν ἑαυτῆς παῖδα ὄνομα Στοτοῆτις ἐπικαλούμενος Μύρωνα μαθεῖν τὴν γερδιακὴν τέχνην ἐπὶ μῆνας εἴκοσι ἀπὸ Τῦβι δεκάτης Αἰγυπτίων μηνὸς τοῦ ἐνεστῶτος κθ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου· καὶ μὴ ἐξεῖναι τὴν Τασεὺν ἐντὸς τοῦ χρόνου ἀποσπάσασθαι τὸν παῖδα· ἐὰν δὲ ἀποσπάσῃ δώσει εἰς λόγον ἐπιτίμου …