Ancient Greek
P.Grenf. 2 79
Documentary Papyri, P.Grenf. 2 79coli
Not analysed yet
Οὐαλερίῳ καταλογιστῇ Ἀρσινοίτου παρὰ Αὐρηλίου Σαραπίωνος Σουχάμμωνος μητρὸς Ἀντωνίας ἀπὸ ἀμφόδου Ἱερᾶς Πύλης ὀρθοΰφου οἰκοῦντος ἐν οἰκίᾳ Εὐστοχίου. ὁμολογῶ ὀμνὺς τὴν τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων Σεβαστῶν τύχην ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Αὐρήλιον Ἀνουβᾶ …ς ἀπὸ ἀμφόδου Μωήρεως μονῆς καὶ ἐμφανίας, ὃν καὶ παραστήσω ὁπόταν ἐπιζητῆται. εἰ δὲ μὴ παριστῶ, ἐγὼ ὁ αὐτὸς ὑπεύθυνος ἔσομαι τοῖς πρὸς αὐτὸν ζητουμένοις, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαραπίων ἐνεγυησάμην. …δ…ατιων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.