Ancient Greek
P.Grenf. 2 80
Documentary Papyri, P.Grenf. 2 80
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Οὐινκεντίου καὶ Φραουιττᾶ τῶν λαμπροτάτων Μεσορὴ ια. Αὐρήλιοι Βίκτωρ Σευήρου καὶ Κόλλουθος Μεσουήριος, ἀμφότεροι ἀπὸ Ἀντινόου πόλεως τῆς λαμπροτάτης κεφαλαιωταὶ τοῦ ἡγεμονικοῦ πολυκώπου τοῦ ὑπὸ Ἀπίωνα ἀρχικυβερνήτην Αὐρηλίῳ Σινούθῃ Βίκτορος ἀπὸ Ἑρμοῦ πόλεως καταμένοντι ἐν Πανὸς πόλει ἐρέτῃ τοῦ αὐτοῦ πολυκώπου χαίρειν. δέδωκας κατὰ τὴν συνήθειαν τοῦ σοῦ πατρὸς τοὺς συμπεφωνημένους μισθοὺς ὑπὲρ ἰδίας σου κεφαλῆς κανόνος τῆς πεντεκαιδεκάτης ἰνδικτίονος χωροῦντας εἰς ναυτιλίαν τοῦ πολυκώπου τῷ τὴν ἀντὶ σοῦ χώραν ἀποπληροῦντι, καὶ διὰ τοῦτο ταυτὴν τὴν ἀποχὴν ἐξεδόμεθά σοι εἰς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Βίκτωρ Σευήρου ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Κόλλουθος Μεσουήριος ὁ προκείμενος ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀποχὴ Κολλούθου καὶ Οὐίκτορος κεφαλαιωτῶν τοῦ πολυκώπου ἡγεμονικοῦ.