Ancient Greek
P.Grenf. 2 81 a
Documentary Papyri, P.Grenf. 2 81a
Not analysed yet
Αὐρήλιος Ἀπίων Παησίου ἀπὸ Ἀντινόου πόλεως κυβερνήτης πλοίου πολυκώπου ἐξυπηρετοῦντος τῇ τάξει ἡγεμονίας Θηβαίδος Αὐρηλίῳ Σεννούθῃ Βίκτορος ἀπὸ Ἑρμοῦ πόλεως οἰκοῦντι ἐν Πανὸς πόλει χαίρειν. ἔσχον παρὰ σοῦ καὶ πεπλήρωμαι τῶν μισθῶν τῶν κατὰ συνήθειαν διδομένων εἰς τὸ αὐτὸ πολύκωπον ὑπὲρ τῆς παρούσης δευτέρας ἰνδικτίονος, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου, καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς μου, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαυίου Ῥουμορίδου τοῦ λαμπροτάτου Φαῶφι κθ. Αὐρήλιος Ἀπίων Παησίου ὀ προκείμενος ἐξέδωκά σοι ἀποχὴν ταύτην ὡς πρόκειται. Μέλας Φ…