Ancient Greek
P.Grenf. 2 86
Documentary Papyri, P.Grenf. 2 86
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τεσσαρεσκαιδεκάτου Χοίακ ἐννεακαιδεκάτῃ πεντεκαιδεκάτης ἰνδικτίονος. Κύρῳ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ καὶ αὐθέντῃ στιππουργῷ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Βίκτορος ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρήλιος Φοιβάμμων υἱὸς Ἰωάννου ἐκ μητρὸς Τρωβλακοτῆ γεωργὸς ἀπὸ ἐποικίου Τουνκήρκεως τοῦ Ἑρμουπολίτου νομοῦ μετὰ ἐγγυητοῦ τοῦ καὶ ἐγγυομένου καὶ ἀναδεχομένου με εἰς τὴν ἀπόδοσιν τοῦ ἑξῆς δηλωθησομένου χρέους ἰδίῳ αὐτοῦ κινδύνῳ καὶ πόρῳ τῆς αὐτοῦ παντοίας ὑποστάσεως Σενουθίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Γεωργοῦ υἱοῦ Ἀρὼν ἐκ μητρὸς Δευρέτ, καὶ αὐτοῦ γεωργοῦ ἀπὸ τοῦ αὐτοῦ ἐποικίου …χρέος σίτου ἀρταβῶν ϛ δ κ γενόμενον εἰς Φοιβάμμονα …