Ancient Greek
P.Grenf. 2 90
Documentary Papyri, P.Grenf. 2 90
Not analysed yet
κυρίῳ μοι καὶ εὐδοκίμῳ ἀδελφῷ Ἰωάννῃ Ἀκινδύνου αἰδεσίμῳ νοταρίῳ ἀπὸ τῆς Ἀπολλωνοπολιτῶν παρὰ Φλαουίου Ψενοσηρίου Ἀνουβίωνος στρατιώτου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ αἰδεσιμότητι ἀποκρότως εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ κεφαλαίῳ νομισμάτια δεσποτικὰ ἁπλᾶ δόκιμα τὸν ἀριθμὸν ἓξ παρὰ κεράτια δέκα τέσσαρα ἥμισυ τέταρτον τῷ σῷ σταθμῷ, γίνεται χρυσοῦ νομισμάτια ϛ παρὰ κεράτια ιδ 𐅵δ καὶ ταῦτα ἑτοίμως ἔχω σὺν θεῷ παρασχεῖν τῇ σῇ ἀρετῇ ὁπόταν βουληθείη μετὰ καὶ τῆς τούτων παραμυθείας, τοῦτʼ ἔστιν καθʼ ἔτος ἑκάστου νομισματίου οἴνου καθαροῦ καὶ ἀδόλου κολόβων πέντε μέτρῳ τοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Ἀγενοῦς ἄχρι ἀποδόσεως καὶ συμπληρώσεως τῶν προγεγραμμένων ἓξ νομισματίων χωρὶς οἱασδήποτε εὑρεσιλογίας καὶ ὑπερθέσεως κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως· καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ ἀσφαλὲς καὶ ἔστιν μου ὁλόγραφον χειρὶ ἐμῇ· ἀπέλυσα ὡς πρόκειται. Φλαούιος Ψενσοήριος στρατιώτης ὁ προγεγραμμένος, στοιχεῖ μοι τὸ ἀσφαλὲς τῶν ἓξ νομισμάτων παρὰ κεράτια ιδ 𐅵δ καὶ ταῦτα ἀποδώσω μετὰ τῆς παραμυθείας ὡς πρόκειται. Κυριακὸς πρεσβύτερος καὶ προεστὼς τοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Ἀγενοῦς μαρτυρῶ τῷ ἀσφαλεῖ ἀκούσας παρὰ τοῦ θεμένου. δηλαδὴ βεβαίου ὄντος τοῦ προτέρου μοῦ πιττακίου τοῦ ἑνὸς νομίσματος· ὁμοίως Ψενσοήριος, στοιχεῖ μοι. ἐγράφη Φαῶφι γ δ ἰνδικτίονος. …φου Ψενσοηρίου …