Ancient Greek
P.Grenf. 2 93
Documentary Papyri, P.Grenf. 2 93
Not analysed yet
ὁ μεγαλοπρεπέστατος ὑμῶν υἱὸς ὁ κόμες ἔγραψέν μοι πάντως παρασκευσάσαι Φοιβάμμονα τὸν πρεσβύτερον τὸ δίκαιον φυλάξαι τῷ γραμματηφόρῳ αὐτοῦ ἀνεψιῷ Ἀνϋψίῳ· καὶ ἐπειδὴ πρ… αὐτὸν ἐξευτελίσαι, παρακαλῶ τὴν ὑμετέραν πατρικὴν θεοφιλίαν νουθετῆσαι αὐτὸν …πρὸς τὸ δίκαιον· ἐπεὶ ἐὰν μηδὲ ὑμῖν πείθεται ἀναγκάζομαι παρασκευσάσαι αὐτὸν θέλοντα καὶ μὴ θέλοντα πρὸς τὰ γραφέντα μοι παρὰ τοῦ αὐτοῦ προειρημένου μεγαλοπρεπεστάτου ἀνδρὸς δεσπότου ἐμου. τῷ ἁγιωτάτῳ πατρὶ κυρίῳ ἀββᾷ Σενούθῃ ἐπισκόπῳ Σαραπάμμων υἱός.