Ancient Greek
P.Grenf. 2 95
Documentary Papyri, P.Grenf. 2 95
Not analysed yet
δέδωκεν ἐκκλησία Ἀπόλλωνος εἰς λόγον ἀννωνῶν τῶν γενναιοτάτων Σκυθῶν Ἰουστινιανῶν ἀγγαρευόντων ἐν τῷ μοναστηρίῳ Βαῦ β ἑξαμήνου κανόνος τεσσαρεσκαιδεκάτης ἰνδικτίονος χρυσοῦ νομίσματα δύο κεράτια εἴκοσι ἕνα ζυγῷ, γίνεται νομίσματα β κεράτια κα ζυγῷ. Κόλλουθος διαδότης διʼ ἐμοῦ Βίκτορος ἀδελφοῦ, στοιχεῖ μοι νομισμάτια δύο καὶ κεράτια εἴκοσι ἓν ζυγῷ, γίνεται νομισμάτια β κεράτια κα ζυγῷ, ὡς πρόκειται. . ἐκκλησία Ἀπόλλωνος ιδ ἰνδικτίονος νομίσματα β κεράτια κα.