Ancient Greek
P.Grenf. 2 97
Documentary Papyri, P.Grenf. 2 97
Not analysed yet
παρὰ τῆς κύρας Βικτωρίνης διʼ ἐμοῦ Στεφάνου παιδὸς αὐτῆς Ἀβεσαλώμʼ γεωργῷ. ἐδεξάμην παρὰ σοῦ ὑπὲρ ἀργυρικῶν τοῦ ὑπὸ σὲ κτήματος τόπου Με…τερου γενήματος τῆς σὺν θεῷ τρεισκαιδεκάτης ἰνδικτίονος χρυσοῦ κεράτια τριάκοντα ὀκτὼ ἥμισυ τέταρτον, γίνεται χρυσοῦ κεράτια λη 𐅵δ, ζυγῷ δημοσίῳ· καὶ πρὸς σὴν ἀσφάλειαν ἐξέδωκά σοι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται συμβοηθητικόν. . …6 Βικτωρίνη στοιχεῖ μοι τὸ ἐντάγιον ὡς πρόκιται. Δαμιανὸς Ἰουλιανοῦ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.