Ancient Greek
P.Gron. 18
Documentary Papyri, P.Gron. 18
Not analysed yet
χαῖρε, κύριέ μου ἄδελφε Ἀπολλώνιε ἐν Κυρίωι παρὰ Ἰσαίου. οὐκ ἰσχύω, ἄδελφε, μέμψασθαί σε περὶ τῆς ἀμελείας τῶν γραμμάτων· ἐν γὰρ τῶι αὐτῶι ἐγκλήματι ἐμαυτῶι συνοῖδα ὄντι. ἀλλʼ ἐγὼ τῆι ἐλπίδι τοῦ τάχιόν σε ἐπανήξειν, ἐπέσχον, ἐπειδὴ τὰ μὲν ἐν Ἀντινόου σε ἤκουσα, τὰ δὲ ἄχρι τοῦ Ἀρσινοείτου ἐφθακέναι. καὶ νῦν, κύριε ἄδελφε, διόλου …περὶ τῆς σωτηρίας σου, καὶ πῶς σοί ἐστιν τὰ πρὸς τὸν πενθερόν. ἐπειδὴ δὲ ὁ πάπας τῶν εσε…ω…εμενε με περὶ σοῦ κατ…ς …ησας σου… τι …νος ὁ πολὺς τῆς …μόνη ἱκανο… ξαι καλὴν πρ… ἢ περιποιῆσαι π… καινῶν τῆς …ἀσπάζονταί σε οἱ ἀδελφοὶ ἐν Κυρίωι.