Ancient Greek
P.Gron. 9
Documentary Papyri, P.Gron. 9
Not analysed yet
Αὐρήλιος …ων… προνοητὴς ἐποικίου Κολοφωνίου τοῦ Ἀρσινοΐτου νομοῦ …Ἀκάμου Σαρμάτου… τοῦ αὐτοῦ νομοῦ χαίρειν. μεμίσθωκά σοι κατὰ τήνδε τὴν μισθαποχὴν ἀπὸ τῶν ὑπαρχόντων μοι ἐν πεδίοις Κολοφωνίου ἐν τόπῳ λεγομένῳ …ἀρούρας δύο ἥμισυ γίνονται ἄρουραι β 𐅵…καὶ ἐπὶ τὰ ἔμπροσθεν, εἰς σπορὰν ἣν ἐὰν βουληθῇς εἰς τὸν σπόρον τῆς εὐτυχούσης εἰσιούσης ζ ἰνδικτίονος, αὐτόθι δὲ ἅμα τῇ μισθαποχῇ καὶ ἀπέσχον τὸν φόρον, τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς ἐμὲ τὸν ἐκμισθώσαντα. ἡ μισθαποχὴ κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Ἀρκαδίου τὸ α καὶ Φλαουΐου Ῥουφίνου τῶν λαμπροτάτων, Φαρμοῦθι κε. Αὐρήλιος …υφιν… μεμίσθωκα καὶ ἀπέσχον τὸν φόρον παρὰ σοῦ πλήρη ὡς πρόκειται. Αὐρήλιος Νεμεσίων υἱὸς Ἡρακλέους ἀναγνώστης τοῦ αὐτοῦ ἐποικίου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος. …φων θ…