Ancient Greek
P.Gur. 5
Documentary Papyri, P.Gur. 5
Not analysed yet
Πετήσι κωμάρχηι κώμης Λυσιμαχίδος παρὰ Σοκομήνιος τοῦ Σοκθώπου γεωργοῦ βασιλικοῦ. Πετεσοῦχος Ὥρου ὁ πρὸ τοῦ κωμαρχῶν Λυσιμαχίδα παραγενόμενος πρός με, πυρετούντος μου, ἔλαβεν παρʼ ἐμοῦ χόρτου κεκομμένου ἀγκάλας τπε ἐξ ἧς γεωργῶ γῆς βασιλικῆς ἀπὸ τῶν γενημάτων τοῦ ζ ἔτους πυρῶν ἀρταβῶν ἑπτὰ τὴν ἄρουραν ἑκάστην γίνονταιπυρῶν καἐφʼ ὧι ἀπομετρήσει εἰς τὸ βασιλικὸν εἰς τὸ γιν…ν τὸ ἐκφόριον. ἐπεὶ οὖν βαρύτερον διάκειμαι καὶ δύναμαι πρᾶξαι αὐτὸν, καλῶς ἂν ποιήσαις ἀναγκάσας αὐτὸν …ε…κ… ἐμοί