Ancient Greek
1.11.242 to 1.11.265
Documentary Papyri, P.Hal. 1.11.242-265
Not analysed yet
γῆς καὶ οἰκίας καὶ οἰκοπέδων ὠνή. ἐάν τις γῆν ἢ οἰκίαν ἢ οἰκόπεδα ὠνῆται παρʼ οὑτινοσοῦν ἢ πωλῆι ᾡτινιοῦν …τοῖς ταμίαις τῶν μὲν ἑκατὸν δραχμὰς …ἐντὸς ν. ἔστω δὲ τοῦτο ἱερὸν Ἀλεξάνδρωι. οἱ δὲ ταμίαι ἀναγραφόντωσαν τὰς ὠνὰς κατὰ δήμους καὶ κατα… τῶι τοῦ ἀποδομένου δήμωι, ἐγγράφοντες πρῶτον μὲν τοῦ ἀποδομένου τὸ ὄνομα πατριαστὶ καὶ δήμου, ἔπειτα δὲ τὸ τοῦ πριαμένου κατὰ τὰ αὐτὰ καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἧι ἂν …ἀπολάβωσιν, καὶ ὅτι ἂν ἀγοράσηι ὀνομαστὶ καὶ ὅπου ἂν κέηται καὶ ἐάν τινα ἐπωνυμίαν ὁ χῶρος ἔχηι, ἐπιγράφοντες καὶ τοὺς γείτονας, ἐὰν μὲν πλείονες ὦσιν, πάντας. εἰ δὲ μή, …,ἐπειδὰν δὲ δῶι τὸ ἀμφούριον ὁ πωλῶν καὶ ἀπο… μὴ ἔστω αὐτῶι πρὸς τὸν πριάμενον δίκη μηδέ τις εἰσαγέτω περὶ τῆς γῆς ἢ τῆς οἰκίας ἢ τῶν οἰκοπέδων. τοῖς δὲ …μένοις μὴ κυρία ἔστω ἡ ὠνὴ μηδὲ ἡ προθεσμία …ἐὰν δέ τι τῆς τιμῆς μὴ κομίσηται, ὑπογραφέσθω πρὸς …τὸ ὀφειλόμενον ἢ συνγραφὴν συνγραφέσθω καινὴν …ἢ μὴ ἔστω αὐτῶι κομιδή. Ἀπολλώνιος Ζωίλωι χαίρειν. ἀφείκαμεν τούς τε διδασκάλους τῶν γραμμάτων καὶ τοὺς παιδοτρίβας καὶ τοὺς …τὰ περὶ τὸν Διόνυσον καὶ τοὺς νενικηκότας τὸν πενθετηρικὸν ἀγῶνα καὶ τὰ Βασίλεια καὶ τὰ Πτολεμαῖα, καθάπερ ὁ βασιλεὺς προστέταχεν, τοῦ ἁλὸς τὸ τέλος αὐτούς τε καὶ οἰκείους. ἔρρωσο. ἔτους …