Ancient Greek
P.Hamb. 1 14
Documentary Papyri, P.Hamb. 1 14
Not analysed yet
Διδᾷ ἐξηγητεύσαντι καὶ Μύστῃ κοσμητεύσαντι ἀμφοτέροις βουλευταῖς βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Ἡραΐδος ἀπελευθέρας Ἀπολλωνίου Πτολεμαίου Τραϊανίου τοῦ καὶ Κτησίου τῶν ἐν Ἀντινόου πόλει ἱερονικῶν καὶ ἀτελῶν ἀναγραφομένης ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς μετὰ κυρίου τοῦ ἀνδρὸς Σαραπίωνος τοῦ καὶ Δημητρίου Διδᾶ τοῦ Ἰσχυρίωνος Σωσικοσμίου τοῦ καὶ Πηλιέως. ὃ ἀπεγραψάμην διὰ τοῦ προτέρου βιβλιοφύλακος ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων δίμοιρον μέρος κοινὸν καὶ ἀδιαίρετον οἰκίας διπυργίας ὂν ἐν ὑποθήκῃ διʼ ὑμῶν παραμ…ιση τῷ καὶ Σερήνῳ ἀρχιερατεύσαντι βουλευτῇ τῆς Ἀρσινοιτῶν πόλεως υἱῷ Σαραπίωνος ἐξηγητεύσαντος τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Διονυσίου Τόπων πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας πεντακοσίας καὶ ἄλλας κατὰ ψιλὸν δάνειον δραχμὰς τριακοσίας τόκου δραχμιαίου, βούλομαι ἐξοικονομῆσαι Σαραπίωνι τῷ καὶ Ἀμμωνίῳ Σαραπίωνος τοῦ καὶ Δημητρίου εὐθηνιαρχήσαντι α…οτι…τ…λεει… τιμῆς ἀργυρίου δραχμῶν δισχιλίων . ἀπὸ δὲ τῶν τῆς τιμῆς ἀργυρίου δραχμῶν δισχιλίων ἐακέναι με παρὰ τῷ Σαραπίωνι τῷ καὶ Ἀμμωνίῳ δραχμὰς χιλίας ὀκτακοσίας ἐπὶ τῷ αὐτὸν ἀποδοῦναι τῷ προκειμένῳ δανειστῇ τὸ ἐπὶ τῇ ὑποθήκῃ καὶ ψιλῷ ὀφειλόμενον κεφάλαιον καὶ τοὺς τόκους. Ἡραὶς ἐπιδέδωκα τὴν ἐξοικονόμησιν τοῦ διμοίρου μέρους τῆς ἐπὶ Διονυσίου Τόπων οἰκίας διπυργίας τιμῆς ἀργυρίου δραχμῶν δισχιλίων ,ἀφʼ ὧν εἴακα παρὰ τῷ ἀγοραστῇ δραχμὰς χιλίας ὀκτακοσίας χωρούσας εἰς ἀπόδοσιν ὡς πρόκιται. Σαραπίων ἔγραψα καὶ ὑπὲρ τῆς γυναικὸς μὴ εἰδυίας γράμματα.