Ancient Greek
15.r.15 to 15.r.22
Documentary Papyri, P.Hamb. 1 15.r.15-22
Not analysed yet
ἀφιστάναι προσεκτείσουσι τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἀναλώματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰ ἴσα, τῶν δραχμῶν χωρουσῶν εἰς ἀπόδοσιν τῇ ἐνεστώσῃ ἡμέρᾳ Διονυσίῳ Πτολεμαίου δανειστῇ τῇ ἀποχῇ ἀκολούθως. Τιτολήϊος ὁ καὶ Ἰσίδωρος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι σὺν τοῖς ἀδελφοῖς μου τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος ἕκτου μέρους οἰκίας καὶ χρηστηρίων ἐν κώμῃ Φιλαδελφείᾳ …,ἧς γειτνίαι πρόκεινται, καὶ συναπέσχαμεν τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχωρήσαμεν τῷ προκιμένῳ δανειστῇ καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ὡς πρόκειται. Τιτολήϊος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος ἕκτου μέρους τῆς οἰκίας καὶ χρηστηρίων καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Ἀμμώνιος …ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος χρηματιζούσης ὡς πρόκειται. Τιτανία νεωτέρα συνπέπρακα ὡς πρόκειται. Κυρίλλα ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος τοῦ ἕκτου μέρους τῆς ἐν κώμῃ Φιλαδελφείᾳ οἰκίας καὶ χρηστηρίων καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Σωκράτης Θέωνος ἐπιγέγραμμαι αὐτῆς κύριος. Κυρίλλα συνπέπρακα ὡς πρόκειται. Διδᾶς ἐξηγητεύσας βουλευτὴς διʼ ἐμοῦ …γραμματέως ἀποσυσταθέντος κατεχώρισα. ἔτους ιη Φαῶφι γ.