Ancient Greek
P.Hamb. 1 25
Documentary Papyri, P.Hamb. 1 25
Not analysed yet
Εὔπολις Φίλωνι χαίρειν. γράφεις μοι ἐπισκεψάμενον περὶ ὧν ἐγκαλεῖ Διομέδων Καλᾶι καὶ μάλιστα μὲν πειραθῆναι αὐτοὺς διαλῦσαι ἐπὶ τῶν τόπων, εἰ δὲ μή, ἀποσταλῆναι αὐτὸν πρὸς σέ. προσηξίωσε δὲ καὶ ὁ Διομέδων παραγγελῆναι καὶ τῶι Ἀκολλούθωι. ἀνακληθεὶς οὖν Καλᾶς τέτακται συναντήσεσθαι πρὸς σὲ τῆι κε τοῦ Χοίακ μηνός. ὡσαύτως δὲ καὶ τῶι Ἀκολλούθωι παρηγγείλαμεν συναντᾶν πρὸς σέ. ἔρρωσο. ἔτους θ Χοίακ κδ. Φίλωνι.