Ancient Greek
P.Hamb. 1 28
Documentary Papyri, P.Hamb. 1 28
Not analysed yet
ἔτους …ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν ὁ δεῖνα …τῶν Κινέου τῆς β ἱππαρχίας ἑκατοντάρουρος Ἀντιπάτρωι …Μακεδόνι ἱππάρχηι τῶν ἐκ τοῦ Ἀρσινοίτου κατοίκων ἱππέων χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς Ασ …ου χρόνου, τόκων διδραχμαίων τῆι μνᾶι κατὰ μῆνα ἕκαστον, ἐφʼ ὑποθήκηι τῆι ὑπαρχούσηι αὐτῶι παιδίσκηι …Σάτυρα. βεβαιούτω δὲ καὶ παρεχέσθω ὁ δεῖνα τῶι Ἀντιπάτρωι τὴν ὑποθήκην ταύτην ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον ἄλλου δανείου καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος βασιλικοῦ καὶ ἰδιωτικοῦ καὶ πάσης α… καὶ ἔξω ἱεροῦ πάσης σκέπης καὶ ἐμφανῆ καταστησάτω αὐτὴν …νον. ἐὰν δὲ μὴ βεβαιῶι ἢ μὴ παρέχηται ἢ μὴ ἐμφανῆ καταστήσηι αὐτὴν ὁ δεῖνα καθὼς πρόκειται, …