Ancient Greek
P.Hamb. 1 35
Documentary Papyri, P.Hamb. 1 35
Not analysed yet
Ἱέρακι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος Οὐαλέριος καὶ Σαραπίων καὶ Γεβινᾶς καὶ οἱ λοιποί, οἷς ἐκέλευσας προσταθῆναι κώμης Φιλαδελφείας, τῶι κυρίωι χαίρειν. ταύτης τῆς κώμης ἐκθέσεως οὐκ οὔσης ὀλίγης καὶ χρείας ἡμῖν οὔσης πολλῆς βοηθείας τῶν τε πλειόνων τῶν τῆς κώμης προεστώτων μὴ προσκαρτερούντων τῇ ἀπαιτήσει, μάλιστα δὲ τῶν πεδιοφυλάκων, ἀξιοῦμεν ἐξετάσεως αὐτοὺς τῆς ἀπὸ σοῦ τυχεῖν, ἵνα καὶ ἡ εἴσπραξις ἐπιμελέστερον γίνηται. ἐρρῶσθαί σε εὐχόμεθα. Ἱέρακι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος.