Ancient Greek
P.Hamb. 1 37
Documentary Papyri, P.Hamb. 1 37
Not analysed yet
Κλαυδίωι Ἀντωνείνῳ Λώρειος Καμεῖνος χαίρειν. ὁσάκις ἐὰν εὑρῶ ἀφορμήν, γράφω σοι. ἀναγκαῖον γάρ ἐστι μιμνήσκεσθαι τῆς καλοκαγαθίας σου καὶ τοῦ ἤθους σου τοῦ ἀληθινοῦ φιλοσόφου. σὺ γὰρ ἀληθινὸς φιλόσοφος καὶ εὐσχήμων γεγένησαι …τῇ δίκῃ καὶ ἡμεῖς ὑπὸ σοῦ βέλτιον παιδευόμεθα ἢ ὑπὸ συμπάντων τῶν φιλοσόφων. ἀσπάζομαι…αν, τούς σου υἱοὺς Χαιρᾶν καὶ Ἀντωνεῖνον, Ει… Κλαυδίωι Ἀντωνείνωι ἱερονίκῃ