Ancient Greek
P.Hamb. 1 4
Documentary Papyri, P.Hamb. 1 4
Not analysed yet
ἀντίγραφον χειρογραφίας. Νεμεσίωνι βασιλικῷ γραμματεῖ Ἡρακλείδου μερίδος Λούκιος Οὐέττιος Ἐπαφρόδιτος. ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν ἢ μὴν ἕως τῆς κγ τοῦ Φαρμοῦθι μηνὸς τοῦ ἐνεστῶτος ϛ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ καταντήσειν εἰς Ἀλεξάνδριαν καὶ προσκαρτερήσειν τῷ ἱερωτάτῳ τοῦ κρατίστου ἡγεμόνος Γαίου Σεπτιμίου Οὐεγέτου βήματι μέχρι οὗ ἐκβιβάσω ἃ ἔχει πρός με Μάρκος Ἀντώνιος Τιτουλήειος στρατιώτης ἀκολούθως τῇ παρακομισθείσῃ Κλαυδίωι Χάρητι στρατηγήσαντι ἐπιστολῇ ἢ ἔνοχος εἴην τῷ ὅρκωι. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα Ἰσίδωρος νομογράφος. Ἐπαφρόδιτος ἐτῶν λε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς δεξιᾶς διὰ Τεβούλου ὑπηρέτου. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαρμοῦθι γ.