Ancient Greek
P.Hamb. 1 44
Documentary Papyri, P.Hamb. 1 44
Not analysed yet
Ἡρακλειδίων ὁ καὶ Δεῖος καὶ μέτοχοι πράκτορες ἀργυρικῶν κώμης Ψενύρεως διὰ Ἡρακλείδου χειριστοῦ Ἰουλίῳ Σερήνῳ ἀπὸ δεκαδαρχῶν χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ τέλους εἰδῶν κγ ἔτους ἀργυρίου δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, ἃς καὶ διαγράψω ἐπὶ τὴν δημοσίαν τράπεζαν καὶ ἐπενεγκῶ σοι τὸ δημόσιον σύμβολον. ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Χοίακ κα.