Ancient Greek
P.Hamb. 1 74
Documentary Papyri, P.Hamb. 1 74
Not analysed yet
ὁ δεῖνα …τῶν ἀπὸ Ἀχωρεως τοῦ Ἑρμοπολείτου νομοῦ κυβερνήτης πλοίου νεκρηγοῦ τῷ δεῖνι χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ σῶμα εἱλισμένον …ὃν καὶ ἀποκαταστήσω εἰς ὅρμον Κερκὴ τοῦ Μεμφείτου νομοῦ καὶ παραδώσω Θακαρις ἐνταφιαστῇ, καὶ ναύλου καὶ τέλους καὶ πάσης δαπάνης τοῦ πλοίου τὸ συμπεφωνημένον ναῦλον, ὃ καὶ ἀπέσχον. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Φαρμοῦθι ….