Ancient Greek
P.Hamb. 1 82
Documentary Papyri, P.Hamb. 1 82
Not analysed yet
ἔτους κ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ β. διέγραψεν τῷ δεῖνι καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Σεντία Ἀκυλλίνα εἰδῶν ιθ ἔτους ἀπομοίρας ἀμπέλου δραχμὰς δύο διώβολον ἡμιωβέλιον, παραδείσου δραχμὴν μίαν διώβολον ἡμιωβέλιον, ναυβίου ὀβολὸν ἡμιωβέλιον, προσδιαγραφομένων πεντώβολον, ἐπαρουρίου δραχμὰς τρεῖς διώβολον ἡμιωβέλιον, προσδιαγραφομένων ὀβολὸν ἡμιωβέλιον χαλκοῦς 2, κολλύβου ὀβολὸν, συμβόλου, ὀκταδράχμου δραχμὰς δύο ,προσδιαγραφομένων …,συμβόλου, γεωμετρίας κ ἔτους δραχμὴν μίαν ὀβολὸν, προσδιαγραφομένων ἡμιωβέλιον ,συμβολικοῦ. …ιερ παραδείσου τριδράχμου δραχμὴν α τριώβολον, ἐδαφικοῦ ἡμιωβέλιον ὄγδοον …γίνονται δραχμαὶ πϛ τριώβολον ἡμιωβέλιον ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Παχὼν ιζ. διέγραψεν Διοδώρῳ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Ἡφαιστιάδος Σεντία Ἀκυλλίνα ναυβίου κατοίκων τοῦ αὐτοῦ ἔτους δραχμὴν α ὀβολὸν, προσδιαγραφομένων ὀβολὸν, κολλύβου συμβόλου. ἔτους ἕκτου Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Φαῶφι ιβ. διέγραψεν Νουμεισιανῷ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Σεντία Ἀκυλείνα διὰ Σεντίου εἰδῶν τετάρτου ἔτους ἀπομοίρας ἀμπέλου δραχμὰς ἐννέα ὀβολὸν ἡμιωβέλιον, παραδείσου δραχμὰς πέντε διώβολον ἡμιωβέλιον γίνονται δραχμαὶ ε διώβολον ἡμιωβέλιον, ναυβίου δραχμὴν μίαν ,προσδιαγραφομένων δραχμὰς τρεῖς ὀβολὸν, ἐπαρουρίου δραχμὰς δέκα τρεῖς διώβολον, προσδιαγραφομένων δραχμὴν μίαν χαλκοῦς 2, κολλύβου τριώβολον ἡμιωβέλιον, συμβόλου, …ιο…π δραχμὴν μίαν τριώβολον, γεωμετρίας δραχμὰς ἑβδομήκοντα τρεῖς πεντώβολον ἡμιωβέλιον χαλκοῦς 2 γίνονται δραχμαὶ ογ πεντώβολον ἡμιωβέλιον χαλκοῖ 2, προσδιαγραφομένων δραχμὰς τέσσαρας τετρώβολον, συμβόλου. Νουμισιανὸς πράκτωρ Φιλαδελφείας.