Ancient Greek
P.Hamb. 1 87
Documentary Papyri, P.Hamb. 1 87
Not analysed yet
Ἀκουσίλαος Πτολεμαίῳ τῷ φιλτάτῳ χαίρειν. ἡ ὑπέρθεσις τῆς ἐγδημίας μοι ἐγένετο, ἐπεὶ ὁ στρατηγὸς εἰσῆλθε. ἐὰν οὖν θέλῃς, ἀνάβα, ἐπεὶ ἡ γυνὴ ἐκείνη μένει, ἣ δέδωκεν ἡμῖν δεξιάν. ἀναβαίνων δὲ μὴ σεαυτὸν τοῖς δωρυφίοις βαρύνῃς, ἀλλὰ τὸ μέτριον ἀνένεγκε. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ τὴν μητέρα αὐτῆς τῆς μικρᾶς ἀνενέγκῃς· πείθομαι γάρ, ὅτι καὶ Ἀστρανῶβις συναναβήσεταί σοι. ἐντέλλε δὲ τῷ βαλανεῖ φροντίσαι μου· σχεδὸν γὰρ μόνου αὐτοῦ χάριν καταβαίνω. ἔρρωσο. Ἐπεὶφ ε.