Ancient Greek
P.Hamb. 1 90
Documentary Papyri, P.Hamb. 1 90
Not analysed yet
Αὐρήλιος Διόσκορος Αὐρηλίῳ Πετεμενώφι χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς πατρῴοις θεοῖς. ὡς ἐνέτειλα Ὥρῳ περὶ τοῦ γόμου τοῦ οἴνου, ἐκλείσθη καλῶς καὶ τὴν καλλοινὴν …καὶ ἐσφράγισα. ἐὰν μέλλῃς διαπέμψαι ἀργύριον, πέμψον ἐν πορφύρᾳ. κόμισον διὰ τοῦ ἀναδιδόντος σοὶ ταῦτα τὰ γράμματα ῥοὰς π. πολλὰ προσαγορεύω Ἡρακλείδην καὶ τὰ τέκνα αὐτοῦ μετὰ τὸν Ἡρακλείδην, εἰ θέλεις διαπέμψασθαι αὐτῷ τὸ κέρμα ἢ συνωνήσασθαι ἄμιθας. ἐρρῶσθαί σε εὔχομαι διὰ βίου εὐτυχοῦντα. παρὰ Διοσκόρου. …