Ancient Greek
P.Hamb. 3 220
Documentary Papyri, P.Hamb. 3 220
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς …ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Ἥρων …ἀναγραφόμενος ἐπʼ ἀμφόδου …ὡς ἐτῶν …οὐλὴ …τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Αὐρηλίᾳ …ἀπὸ κώμης Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὡς ἐτῶν …οὐλὴ …μετὰ κυρίου …ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ ἅμα τῇ τοῦ γάμου συμβιώσει φερνὴν διὰ χειρὸς χρυσίου καθαροῦ μναιαῖα ὀκτὼ ἐν κοσμαρίοις, ἅ ἐστιν ……τῶν λοιπῶν μναιαίων δύο καὶ ἱμάτια ἐν συντιμήσει ἀργυρίου δραχμῶν ……κόκκινα, χιτὼν καὶ μαφόρτης σαπφείρινοι… …ν, ἅ ἐστιν Ἀφροδίτη, ἔσοπτρον δίπτυχον …συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθότι καὶ πρότερον, τοῦ μὲν Αὐρηλίου Ἥρωνος ἐπιχορηγοῦντος τῇ Αὐρηλίᾳ …ᾳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου, τῆς δὲ Αὐρηλίας …ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει ἐπὶ τῷ τὸν Αὐρήλιον Ἥρωνα ……καὶ συντάξεως, ἐφʼ ὃν χρόνον μένει αὐτοῖς ἡ πρὸς ἀλλήλους συμβίωσις, ……ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἀποδότω Αὐρήλιος Ἥρων τῇ Αὐρηλίᾳ …τήν τε φερνὴν καὶ τὰ παράφερνα, τὸ μὲν χρυσίον ἐν τοῖς αὐτοῖς κοσμαρίοις καὶ ἴσῃ ὁλκῇ καὶ τὰ ἱμάτια ἐκλογῆς αὐτῇ οὔσης ἤτοι τὰ ἱμάτια καὶ τὸ ἀποδέον λαμβάνειν ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν ……ἐπὶ μὲν ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίου ἀπαλλαγῆς ἐν ἡμέραις ἑξήκοντα τῆς πράξεως τῇ Αὐρηλίᾳ …γινομένης ἔκ τε τοῦ Αὐρηλίου Ἥρωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς πεπρᾶχθαι Αὐρήλιος Ἥρων ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ἥρων ὁμολογῶ ἔχειν παρὰ τῆς Αὐρηλίας …χρυσίου καθαροῦ μναιαῖα ὀκτὼ ἐν ……ἐπὶ τῆς διαζυγῆς ἀποδώσω καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Δίδυμος κατεχώρισα γ ἔτους …