Ancient Greek
P.Hamb. 3 227
Documentary Papyri, P.Hamb. 3 227
Not analysed yet
Ἄμμων Ἰσίωνι τῶι ἀδελφῶι πλεῖστα χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. ὑγιαίνομεν δὲ καὶ ἡμεῖς. γίνωσκέ με λαβόντα παρὰ Ὡρίωνος τὸ γραμμάτιον τοῦ Μάρωνος καὶ χρυσαφίου μναιαῖον ἕν ,ἀσήμου οὐγκίας δέκα ἥμισυ. οὐ καλῶς δὲ ἐποίησας διὰ τοσούτου χρόνου ἐρχομένων τῶν κτηνῶν μὴ γράψας ἡμῖν. οὐ γὰρ ἐμαντευόμην, εἰ σοὶ θέλεις τὸ κέρμα τοῦτο ἤ τι ἀγορασθῇ. ἐπράθη οὖν τὸ χρυσάφιον δραχμῶν χιλίων διακοσίων καὶ τὸ ἀσήμιον δραχμῶν πεντακοσίων ὀγδοήκοντα ὀκτώ . κ… …χαιπα… ὁ ἀδελφὸς Ἀμβρόσιος π… Ἰσίωνι ἀδελφῶι …