Ancient Greek
P.Hamb. 4 241
Documentary Papyri, P.Hamb. 4 241
Not analysed yet
…Ἐπιμάχῳ καὶ Θέωνι βιβλιοφύλαξιν παρὰ …Πεσούριος τοῦ Σουσίριος μητρὸς Θε… τῆς …ς τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι πρώτως κατὰ τὰ προστεταγμένα …τὸ κατηντηκὸς εἴς με καὶ ὑπάρχον μοι εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἐξ ὀνόματος τοῦ προγεγραμμένου μου πατρὸς Πεσούριος τοῦ Σουσιρι… τῶν ἀπὸ τῆς αὐτῆς πόλεως μετηλλαχότος τῷ …ἔτει Δομιττιανοῦ Καίσαρος τοῦ κυρίου ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Ἱπποδρόμου ἥμισυ μέρος οἰκιῶν τριῶν, μιᾶς μὲν διστέγου …ου, ἑτέρας δὲ τριστέγου καὶ ἄλλης διστέγου, καὶ ὑπο… των εἰς πάντα εἰσόδων καὶ ἐξόδων καὶ τῶν συνκυρόντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τοὺς ὁμογνησίους μου ἀδελφοὺς Πετσῖριν καὶ Τα… ὄντας ἀφήλίκας ἀκολούθως τοῖς δικαίοις πᾶσι. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Δομιττιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς …δευτέρας.