Ancient Greek
P.Hamb. 4 245
Documentary Papyri, P.Hamb. 4 245
Not analysed yet
Διονυσίῳ βασιλικῷ γραμματεῖ παρὰ Ἄπιος Πετοσείριος καὶ Θοώνιος Πετοσείριος τῶν δύο ἀπʼ Ὀξυρύγχων πόλεως παστοφόρων Σαράπιδος θεοῦ μεγίστου προκεχειρισμένων ὑπὸ τῶν συνπαστοφόρων …συνθεαγον καὶ Ὡρ… Σενθέως μητρὸς τῆς δεῖνος Θοώνιος ἀπὸ τῆς αὐτῆς πόλεως συνπαστοφόρον τοῦ αὐτοῦ ἱεροῦ προσβεβηκέναι εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι …ἔτει Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν καὶ ὀφείλειν παραγραφῆναι αὐτὸν τὸ τῆς παστοφορίας εἰσκριτικὸν ὂν ἐν δραχμαῖς …σὺν τοῖς ἑπομένοις. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Τῦβι ιγ.