Ancient Greek
P.Hamb. 4 257
Documentary Papyri, P.Hamb. 4 257
Not analysed yet
Αὐξάνων Θιᾶτι. καλῶς ἐποίησας ἀμελήσας περὶ τῆς διαγραφῆς ἂν καὶ νῦν ὡς ἐνετειλάμην σου τῷ υἱῷ. καὶ ἐτάξατό μοι, ὡς ἀνερχομένων ὑμῶν τῇ ἑορτῇ· ἰδού, καὶ ἡ ἑορτὴ παρῆλθεν. οὐκ εἰδώς, ὅτι τὰ τέκνα μου κατακλείειν ἤμελλάν σου τὸν υἱόν. καὶ ἐγὼ σὺν τῇ μητρὶ αὐτῶν καὶ Ζωσίμῳ πόσα ἐκάμαμεν πείθοντες αὐτοὺς εἰς τιμὴν τῆς θυγατρὸς ἡμῶν, ἵνα μὴ ὑβρισθῇ. πᾶν οὖν ποίησον εἰσελθεῖν καὶ ἀποσυμβιβάσαι …το… π…χα…ων Ζωσίμου ἔνεγκον ἐρχόμενος, ἐπεὶ γὰρ καὶ αὐτὸς χρείαν ἔχει. ἰδέ, πόσαι ἐντολαὶ καὶ ποσάκις σοι γράφω· μὴ πάλιν τῷ αὐτῷ τύπῳ ἀμελήσῃς. τὸ γὰρ σχοινίον, ἐὰν τόνῳ ταθῇ, κόπτεται. ἀσπάζομαί μου τὴν θυγατέρα καὶ τ…να ἐπι…. …Αὐξάνωνος.