Ancient Greek
P.Hamb. 4 267
Documentary Papyri, P.Hamb. 4 267
Not analysed yet
…μὴ θελόμενον τὸ κόγχισμα μὴ θελόμενον ταλάντων ιζ καὶ εἰς ἔκθεσιν τὸ πρωτεῖον, τὸ δὲ παπα τὸ πρωτεῖον ταλάντων κϛ δραχμῶν Δ, ἡ δὲ λίτρα τῶν χωρικῶν οὐγκίων ιδ ταλάντων β δραχμῶν Ασ, τὸ δὲ σπάτιον θελόμενον ταλάντων κβ τὸ πρωτεῖον, ἡ δὲ ἰ̈σάτις τὸ κεντηνάριον ταλάντων ρ θελόμενον τὸ μαζίον, τὸ δὲ κόγχισμα …ακωγον ταλάντων ιθ εἰς ἔκθεσιν. ἰ̈δοὺ δὲ πάντα σοι ἐδήλωσα, ὅπως γνόντος σου ὃ θέλεις πράξῃς. ἀπέστειλά σοι δὲ διὰ μὲν σκάφης Κορνηλίου διὰ Διονυσίου ναύτου Σαΐτιον ἔχον τάλαντα Βσ καὶ διὰ τῆς ἄλλης σκάφης διὰ Βάνου ναύτου ἀγγεῖον ἐλαίου ξεστῶν η 𐅵. καὶ νῦν κόμισον διὰ Τιμοθέου καὶ Θέωνος υἱοῦ Ἱ¨έρακος ναυτῶν ἐκκλησίας ἀργυρίου κνίδιον ἓν ἔχον τάλαντα ἑπτακόσια, γίνεται τάλαντα ψ, καὶ ἐπιστολὴν διὰ τῶν αὐτῶν ναυτῶν. ταῦτα οὖν ἐὰν κομίσῃ, δήλωσόν μοι περὶ αὐτῶν, ἐπεὶ πάνυ περικακῶ διὰ τὸ μὴ γράμματά σου δέξασθαι περὶ τούτων. ο οὖν …ηδ…α…ε …Πτολεμαίῳ Ἑρμέας. σημασία εἰς …ἀπόδος.