Ancient Greek
P.Harr. 1 112
Documentary Papyri, P.Harr. 1 112
Not analysed yet
τῷ δεσπότῃ μου τιμιωτάτῳ ἀδελφῷ Γεροντίῳ Δίδυμος. καὶ ἄλλοτε γεγράφηκα τῇ σῇ τιμιότητι, καὶ οὐκ ηὑρέθης ἐν τῷ σκέλει· καὶ πρὶν ἐπηρεάσθη τὸ πλοῖον παρὰ τῶν συμμάχων. κατα…ον οὖν τοῦτο διαφυλάξαι, καὶ μὴ ἐάσῃς αὐτὸ ἐπηρεασθῆναι. παρασκεύασαι δὲ καὶ τοὺς δύο ἄξονας ἐμβληθῆναι εἰς αὐτὸ ἐπειδήπερ καιρός ἐστιν τοῦ παρασκευάσαι τὰ μηχάνια. διὰ γὰρ τοῦτο καὶ τὸν παῖδα Βείωνα ἀπέστειλα πρὸς τὴν σὴν θαυμασιότητα ……να τῷ δεσπότῃ μου τιμιωτάτῳ ἀδελφῷ Γεροντίῳ Δίδυμος