Ancient Greek
P.Harr. 1 64
Documentary Papyri, P.Harr. 1 64
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σιλβανός, χρηματίζων μητρὸς Ἰσιδώρας, ἀπὸ τῆς λαμπρᾶς Ὀξυρύγχων πόλεως, ἀνάδοτος ὑπὸ τοῦ τῆς πόλεως φυλάρχου τοῦ ἐνεστῶτος κ ἔτους εἰς φυλακρισίαν τοῦ ἐν τῇ αὐτῇ πόλει Ἑλληνικοῦ Σαραπείου καὶ ὁ ἀναδοὺς φύλαρχος Διονύσιος Ἀντωνίου ἀπὸ τῆς αὐτῆς πόλεως, ὁ μὲν Σιλβανὸς συνηλλαχέναι τῷ Διονυσίῳ τὴν δηλουμένην φυλακρισίαν ἀπὸ τοῦ νῦν ἕως βούλομαι …ραι τῶν ἐπαγομένων …τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους ἐπὶ τῷ αὐτὸν προσκαρευσιν …ἀδιαλείπτως πρὸς τὸ ἀπαρενόχλητον καὶ ἄσκυλτον καὶ ἀζήμιον γενέσθαι τὸν Σιλβανὸν περὶ πάντων τῶν διαφερόντων τῇ αὐτῇ φυλακρισίᾳ καὶ τὸ ἐντεῦθεν ἀπεσχηκέναι τὸν Διονύσιον τὸ συμφωνηθὲν σαλάριον τοῦ ἀναλουμένου χρόνου πρ…ης ευ…κιν …ν Διονύσιον ἐπὶ τοῦ …ἃ ποιοῦσιν …δεδηλω… τοσοῦτον ἐρ…όντων πα…οτου…