Ancient Greek
P.Harr. 1 74
Documentary Papyri, P.Harr. 1 74Adupl
Not analysed yet
Δημητρίωι καὶ Ἀπολλωνίωι καὶ Διογένει βιβλιοφύλαξι παρὰ Διδύμης τῆς Διονυσίου τοῦ Διονυσίου, μητρὸς Ἀθηναίδος τῆς Λυκαρίωνος, τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Πολυδεύκους τοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου. ἀπογράφομαι πρώτως κατὰ τὰ προστεταγμένα ἐπὶ τοῦ παρόντος τὰ κατηντηκότα εἴς με ἐξ ὀνόματος τοῦ μετηλλαχότος μου πατρὸς Διονυσίου τοῦ Διονυσίου τοῦ Θέωνος πρεσβυτέρου, μητρὸς Διδύμης, τετελευτηκότος τῷ δευτέρῳ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου, ἀκολούθως ᾗ πεποίηται τῷ πρώτῳ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ, διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανόμου, διαθήκῃ, ἐφʼ ᾗ ἀμεταθέτῳ ἐτελεύτησεν· περὶ μὲν τὴν Σερῦφιν ἐκ τοῦ Φιλοξένου κλήρου ἀρούρας δέκα καὶ ἐκ τοῦ Δημητρίου κλήρου ἀρούρας δεκατέσσαρας ,καὶ περὶ Θῶσβιν ἐκ τοῦ Σπαρτάμου ἀρούρας τρεῖς ἑκκαιδέκατον ὀκτωκαιδέκατον . Διδύμη Διονυσίου ἐπιδέδωκα. Πολυδεύκης Ἡρακλείδου ἐπιγέγραμμαι τῆς γυναικὸς κύριος.