Ancient Greek
P.Harr. 1 86
Documentary Papyri, P.Harr. 1 86
Not analysed yet
ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐν χρήσει εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ …δεσποτικὰ …ἰδιωτικοῦ σταθμοῦ νομισμάτια τέσσαρα, γίνεται χρυσοῦ νομισμάτια δ, ἐπὶ τῷ με χορηγῆσαί σοι ὑπὲρ λόγου διαφόρου κατὰ μῆνα ἕκαστον χρυσοῦ κεράτια δύο ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Φαῶφι ἑνδεκάτη τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος καὶ ὁπόταν βουληθῇς παραδώσω σοι τὸ κεφάλαιον μετὰ καὶ τοῦ διαφόρου ὡς πρόκειται ἀνυπερθέτως. κύριον τὸ ἰδιόγραφον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὁ αὐτὸς Διονύσιος υἱὸς Πατερίου πεποίηκα τὸ ἰδιόγραφον καὶ συμφωνεῖ μοι ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Φλαουίων Μαξίμου τὸ β καὶ Πατερίου τῶν λαμπροτάτων Φαῶφι ια