Ancient Greek
P.Harr. 2 193
Documentary Papyri, P.Harr. 2 193
Not analysed yet
Ἱέρακι στρατηγῶι Χαιρήμων Διοδώρου τοῦ Χαιρήμονος μητρὸς Πτολέμας ἀπʼ Ὀξυρύγχων πόλεως. εἰσδοθεὶς ὑπὸ τοῦ τῆς αὐτῆς πόλεως γραμματέως ἐπὶ καθαρειότητος τῆς αὐτῆς πόλεως, ὀμνύω τὴν τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τύχην εὐθέως ἀντιλήμψεσθαι τῆς δηλουμένης χρείας ἐμφανὴς ὢν καὶ ἐκτελέσειν ταύτην ἀμέμπτως ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Φιλόστρατον …