Ancient Greek
P.Harr. 2 224
Documentary Papyri, P.Harr. 2 224
Not analysed yet
Ἰουλίᾳ Ἰσιδώρᾳ τῇ λαμπροτάτῃ θυγατρὶ Αὐρηλίου Ἱέρακος τοῦ καὶ Ἀμμωνίου παρὰ Χαιρήμονος υἱοῦ Ἀππιανοῦ Χαιρήμονος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος …ἔτους ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Θῶλθιν …τὰς προγεωργουμένας ὑπὸ …ἀδελφῆς μου ἀρούρης τριάκοντα …ἥμισυ ὥστε ἀπὸ τούτων τὰς μὲν οὔσας ἐν κοιλώμασι ἀρούρας μὲν …ἥμισυ ξυλαμῆσαι χλωροῖς φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς …,τὰς δὲ καὶ ἐν ἠπείρῳ ἀρούρας …σπεῖραι κριθῇ ἐκφορίου ἀποτάκτου κατʼ ἔτος κριθῆς ἀρταβῶν τριάκοντα ,καὶ τῶν λοιπῶν ἀρουρῶν τριάκοντα σπεῖραι τὸ μὲν ἥμισυ πυρῷ, τὸ δὲ ἕτερον ἥμισυ ξυλαμῆσαι χλωροῖς ἐκφορίου καὶ φόρου ἀποτάκτου κατʼ ἔτος, τῆς μὲν ἐν πυρῷ ἡμισείας πυροῦ ἐν …δημοσίῳ ἀντὶ τῶν προτελουμένων ἀρταβων ἑκατὸν τεσσαράκοντα …ἑκατὸν τεσσαράκοντα πέντε ,τῆς δὲ ἐν χλωροῖς ἡμισείας …