Ancient Greek
P.Harr. 2 235
Documentary Papyri, P.Harr. 2 235
Not analysed yet
κυρίῳ μου πατρὶ Φλαβίῳ Κοπρῆς χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ὁλοκληρεῖν ἅμα τοῖς ἐν τῷ οἴκῳ σου πᾶσι. ποσάκις σοι ἐδήλωσα καὶ πάλιν γράφω …ψας οὐδὲ ἀσπάζομαι …ἐπιστολὴν γράψας τῷ πατρὶ ἡμῶν Κοπρῇ …ἔγραψας. εἰδέναι σε θέλω ὅτι ἤνεγκα τ… εἰς τὴν Ἀλεξανδρέων κατὰ ὑπομνηματογράφον πρὸς ταλάντων δέκα ,ἵνα οὖν στάλῃ ἡ μήτηρ Ἀννεῖτος καὶ Σαιράμμωνος. εἰ οἶδας ὅτι Ἄνειλλαν ἐν τῷ Ὀξυρυγχείτῃ ἐστὶν μὴ ἀφῇς ἀλλὰ ἐλθάτω εἰς τὴν κώμην. γράφω Σαιράμμωνει ὅπου ἐστὶν περὶ τούτου. κυρίᾳ μου μητρὶ Κοπρίᾳ Κοπρῆς χαίρειν. ποσάκις σοι ἐδήλωσα καὶ οὐδεμίαν ἐπιστολήν μοι ἔπεμψας καὶ ἂν περὶ τῆς σωτηρίας σου. πᾶν ποίησόν μοι τὰ ξοιτικὰ, νῆσον ἄλλα ἰσχνά. πέμπω σοι δὲ τὸ πορφύριον καὶ ἂν θέωῃς περι… Φλαβίῳ πατρί …