Ancient Greek
P.Harr. 2 239
Documentary Papyri, P.Harr. 2 239
Not analysed yet
Ἁρποκρατίων διʼ ἐμοῦ Ἐπιμάχου Ἠλίᾳ παροίκῳ. ἐπλήρωσας τὸ κατὰ συνήθειαν παρεχόμενον παρά σου ἀκολούθως μισθώσει ὑπὲρ ἧς ἔχεις ἐν μισθώσει οἰκίας τῆς θειοτάτης οἰκίας ἐνοίκιον ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος νομισμάτιον ἓν ἐπὶ μηνὶ Παῦνι β ιδ ἰνδικτίονος. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.