Ancient Greek
P.Harr. 3 276
Documentary Papyri, P.Harr. 3 276
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ ϛ καὶ Φλαουΐου Νόμου τοῦ λαμπροτάτου, Φαωφι η …Φλαουΐῳ Φοιβάμμωνι υἱῷ …ε…του ναυάρχῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Φλαουΐων …υἱοῦ Γεροντίου κ…στα…ς …Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι ἀπὸ τοῦ ὄντος μηνὸς Φαωφι τοῦ ἐνεστῶτος ἔτους ρκγ ϙβ τῆς παρούσης πεντεκαι δεκάτης ἰνδικτίωνος οὕσπερ κατέχεις τόπους ἐκ …ς …ἀπὸ οἰκίας οὔσης ἐν τῇ αὐτῇ πόλει ἐπ’ ἀμφόδου Παμμένους Παραδείσου ὁλόκληρον τὸν λιβικὸν κοιτῶνα μετὰ τοῦ …καταγαίου καὶ τὸ ἀντίταγμα σὺν χρηστηρίοις πᾶσιν καὶ τελέσομεν ὑπὲρ ἐνοικίου ἐνιαυσίως χρυσοῦ γράμματα δύο, ἅπερ ἀποδώσομεν κατ’ ἔτος δι’ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν ……π… …κ… ἐπερωτηθέντες ὡμολογήσαμεν ……μεμίσθωμαι ……ς καὶ τελέσομεν ……παραδώσομεν τοὺς αὐτοὺς τόπους …