Ancient Greek
P.Harrauer 30
Documentary Papyri, P.Harrauer 30
Not analysed yet
Μάρων καὶ Μαρρῆς οἱ ἐξειληφότες τὴν ζωιγραφικὴν καὶ τὴν χρυσοχοϊκὴν τοῦ Ἀρσινοΐτου εἰς τὸ κγ ἔτος Φατρῆι καὶ Ψενοβάστει χαίρειν. ἐπικεχωρήκαμεν ὑμῖν ἐργάζεσθαι τὴν ζωιγραφικὴν τέχνην καὶ τὴν χρυσοχοϊκὴν τῶν ἱερῶν καὶ τῶν νεκρικῶν προσώπων τοῦ νομοῦ. ὁμοίως δὲ καὶ ἐξέσται ὑμῖν διαπορεύεσθαι τὸν νομὸν τασσομένων ὑμῶν κατὰ μῆνα ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἀπὸ μηνὸς Θωὺθ ἕως Μεσορὴ κατὰ μῆνα ἕκαστον χαλκοῦ …ἑκατὸν γίνεται ρ τῆς δὲ ιβ μήνου δραχμὰς Ασ καὶ τῶν ἐπαγομένων ἡμερῶν ε τὸ ἐπιβάλλον. οὗ δʼ ἂν μηνὸς μὴ διαγράψητε ἀποτίσετε ἡμιόλιον παραχρῆμα. ἐξέσται δὲ ὑμῖν ἀγοράζειν οὗ ἐὰν αἱρῆι. Μάρων Ἰρανούφιος …