Ancient Greek
P.Harrauer 39
Documentary Papyri, P.Harrauer 39v
Not analysed yet
καὶ ὁμοίως δ ἰνδικτίωνος ἐξαργυρισμοῦ πατριμουνίου καὶ ὑπὲρ λοιπάδος ἀργυρικῶν τῆς η ἰνδικτίωνος τάλαντα ἑβδομήκοντα δύο, τάλαντα οβ. Αὐρήλιος Θεόφιλος σεσημείωμαι. καὶ ὁμοίως ἐπὶ τῆς γ Μεχεὶρ ἔσχον παρὰ …εἰς λόγον ἐξαργυρισμοῦ κανόνος δ ἰνδικτίωνος τάλαντα πεντήκοντα δύο καὶ δραχμὰς τετρακισχιλίας, τάλαντα νβ δραχμὰς Δ. Αὐρήλιος Θεόφιλος σεσημείωμαι. καὶ ὁμοίως ὑπὲρ ἐξαργυρισμοῦ πατριμουνίου δ ἰνδικτίωνος τάλαντα ὀγδοήκοντα δύο καὶ δραχμὰς δισχιλίας ὀκτακοσίας, τάλαντα πβ δραχμὰς Βω. Αὐρήλιος Θεόφιλος σεσημείωμαι. …