Ancient Greek
P.Harrauer 59
Documentary Papyri, P.Harrauer 59
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων. βασιλείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου ἔτους β Φαμενὼθ …,ζ ἰνδικτίονος, ἐν Ἀρσινοϊτῶν πόλει. Αὐρήλιος Φῖβ υἱὸς Γεροντίου ἀπὸ ἐποικίου Μελίτωνος βορρινοῦ τοῦ Ἀρσινοΐτου Φλαουίῳ Γεωργίῳ υἱῷ τοῦ μακαρίου Π…, βουλευτῇ ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὸ διαφέρον σοι ἐν πεδίῳ τοῦ ἡμετέρου ἐποικίου ἐν τόπῳ καλουμένῳ Φάνι ἀμπελικὸν χωρίον περιπεπλαστευμένον νεόφυτον, ὅσου ἐστὶν ἀρουρηδοῦ, σὺν φοίνιξι καὶ παντὶ αὐτοῦ τῷ δικαίῳ, ἐφʼ ὅσον χρόνον βούλει, ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενὼθ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος, ἐσχηκότος μου εἰς ἀπεργασίαν ξοΐδα μίαν καὶ ξυλοτόμιον ἓν δεχομένου μου παρὰ σοῦ λόγῳ ὀψωνείου, ἕως ἂν τρυγηθῇ, ἑκάστῃ ἀρούρῃ μίᾳ χρυσίου νομισματίου τρίτον, καὶ σίτου ἀρτάβας ἕξ, τῇ ἀρούρᾳ α νομισματίου γ ὡς νομιτεύεται καὶ σίτου ἀρτάβαι ϛ, λαβεῖν μετὰ τὴν γεωργείαν τῶν φοινίκων σε μέρη δύο κἀμὲ μέρος ἓν καὶ σὺν θεῷ τρυγουμένου τοῦ χωρίου λαβεῖν σε ἐκ τῆς ῥύσεως μέρη τρία κἀμὲ μέρος ἓν ἐκ τοῦ οἴνου ἐμοῦ παρέχοντος τὰ κοῦφα τοῦ ἐμοῦ μέρους. δώσω δὲ τοῦ ἐνιαυτοῦ τυρία ἕξ ,ὧν ἔσχον ἐντεῦθεν ἤδη σίτου ἀρτάβην μίαν δίμοιρον, λαβεῖν με δὲ κατὰ ἑορτὴν οἴνου κοῦρι ἓν ,δώσω δὲ τὴ͂ τρύγῃ δελφάκιον ἓν κερατίων δύο καὶ οἴνου μούστου κοῦρι ἓν καὶ τὸ κόσκινον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φῖβ Γεροντίου· στοιχεῖ μοι ὡς πρόκειται …Di emu Mhna esemioth. μίσθωσις ἀμπελικοῦ χωρίου ἐν πεδίῳ ἐποικίου Μελίτωνος βορρινοῦ ὑπὸ Αὐρηλίου Φῖβ υἱοῦ Γεροντίου εἰς Φλάουιον Γεώργιον βουλευτήν.