Ancient Greek
P.Haun. 2 18
Documentary Papyri, P.Haun. 2 18
Not analysed yet
Πτολέμα Χενατύμι τῇ μητρὶ χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν καὶ ἀσπάζομαι. γινώσκειν σε θέλω, εὐχαριστῶ μου τὸν πατέρα ὅσα ἐπʼ εὐπρέπειαν τῶν ἀνθρώπων πρεπόντως αὐτῷ καὶ τῇ τύχῃ τοῦ οἴκου αὐτοῦ ὅλου, καὶ τὸ προσκύνημα τῆς κυρίας Ἴσιδος. ἴσθι ἐλευθέραν με ἐποίησεν, ὅθεν καὶ σὺ εὐχαρίστησον αὐτῷ λίαν. ἐκομισάμην καθάρια γ καὶ ὀψάριον παρὰ Ὀννώφριος τοῦ ἀπὸ Ψύα. κόμισαι ἐπὶ τοῦ παρόντος παρὰ Ἀχιλλήτου Πτολλαρίωνος …ζυμίτας ἄρτους δ. ἄσπασον …τὴν ἀδελφήν μοι καὶ …δήλωσόν μοι ἐὰν τέτοκε καὶ τί ἐστιν τὸ γεννώμενον. ἐρρῶσθαί σε εὔχομαι. Τῦβι κα. ἀπὸ Πτολέμας ἀπόδος Χενατύμι τῇ μητρί