Ancient Greek
P.Haun. 2 28
Documentary Papyri, P.Haun. 2 28
Not analysed yet
…ω…εια… καὶ παρακέχρηκεν αὐτὴν πρ… καὶ ἧκαν ἐπὶ ἡμᾶς καὶ παρακεκλήκασιν ἡμᾶς ἵνα μὴ προσέλθωμεν ειβηθ… …υτων. γίνωσκε ὅτι γέγονα ἐν Ἀλεξανδρέᾳ πρῶτος αὐτῶν πάντων. παρακαλῶ σε μεγάλως ἵνα προνοήσῃς σεαυτοῦ ἵνα ὑγιαίνῃς καὶ ἔντειλαι Πάσειτει καὶ Ἀπολλῶτει ἵνα προνοήσωσιν τῶν ἔργων καὶ μὴ ἀμελήσωσιν. θέλω σε γνῶναι ὅτι τον κωμογραμματέα τῆς Καρανίδος λέγουσιν εἶναι αὐτοῦ. ὧδε παρʼ ἡμᾶς οὐχ εὕρηκα αὐτόν. ἐπιμέλει τῶν παιδίων. ἔτους ιη Τιβερίου Καίσαρος Σεβαστοῦ, Θωῦθ β.