Ancient Greek
P.Heid. 10 448
Documentary Papyri, P.Heid. 10 448
Not analysed yet
…ρσ… …ιοκ… …ει…π ……ουλ…ει ……π… χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν χρήσει ἀργυρίου δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ, τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ …τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …μιᾷ καὶ εἰκάδι