Ancient Greek
P.Heid. 2 219
Documentary Papyri, P.Heid. 2 219
Not analysed yet
Α κατακεχώρικα γ ἔτους Τραιανοῦ Ἐπὶφ ιγ. Σωκράτει γεγυμνασιαρχηκότι καὶ Ἀντιπάτρωι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου· παρὰ Θεοδώρου τοῦ Ἀκουσιλάου τοῦ καὶ τοῦ Θεοδώρου ἀναγραφομένου ἐπʼ ἀμφόδου Διονυσίου τόπων· χωρὶς ὧν ἀπεγραψάμην προσαπογράφομαι καὶ ἣν ἔσχον μεσιτείαν τῇ ἐνεστώσῃ ἡμέρᾳ παρὰ Ἀπολλοῦτος τῆς Διοσκόρου τοῦ …ἀναγραφομένης ἐπʼ ἀμφόδου …ἀπογεγραμμένης ……μηνὸς τοῦ αὐτοῦ ἔτους ……μετὰ κυρίου τοῦ ……του… …ος… …ἀρουρῶν δύο ς… …απήχει περὶ Μοῦχιν τῆς Πολέμωνος μερίδος πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας πεντήκοντα δύο εἰς μῆνας δέκα τὸ ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἐπεὶφ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκαστον· διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν· Πτολεμαῖος ση. κατακεχώρισται ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ιγ.